Add parallel Print Page Options

35 Ἀλλὰ ἐρεῖ τις· Πῶς ἐγείρονται οἱ νεκροί, ποίῳ δὲ σώματι ἔρχονται; 36 [a]ἄφρων, σὺ ὃ σπείρεις, οὐ ζῳοποιεῖται ἐὰν μὴ ἀποθάνῃ· 37 καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις ἀλλὰ γυμνὸν κόκκον εἰ τύχοι σίτου ἤ τινος τῶν λοιπῶν· 38 ὁ δὲ θεὸς [b]δίδωσιν αὐτῷ σῶμα καθὼς ἠθέλησεν, καὶ ἑκάστῳ τῶν σπερμάτων [c]ἴδιον σῶμα. 39 οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ, ἀλλὰ ἄλλη μὲν ἀνθρώπων, ἄλλη δὲ σὰρξ κτηνῶν, ἄλλη δὲ [d]σὰρξ πτηνῶν, ἄλλη δὲ [e]ἰχθύων. 40 καὶ σώματα ἐπουράνια, καὶ σώματα ἐπίγεια· ἀλλὰ ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων. 41 ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων, ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ.

42 Οὕτως καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· 43 σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· 44 σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν. [f]Εἰ ἔστιν σῶμα ψυχικόν, [g]ἔστιν καὶ πνευματικόν. 45 οὕτως καὶ γέγραπται· Ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν· ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζῳοποιοῦν. 46 ἀλλ’ οὐ πρῶτον τὸ πνευματικὸν ἀλλὰ τὸ ψυχικόν, ἔπειτα τὸ πνευματικόν. 47 ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δεύτερος [h]ἄνθρωπος ἐξ οὐρανοῦ. 48 οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι· 49 καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, [i]φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.

50 Τοῦτο δέ φημι, ἀδελφοί, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ [j]δύναται, οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ. 51 ἰδοὺ μυστήριον ὑμῖν λέγω· [k]πάντες οὐ κοιμηθησόμεθα πάντες δὲ ἀλλαγησόμεθα, 52 ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι· σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα. 53 δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. 54 ὅταν δὲ τὸ [l]φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται [m]ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος· Κατεπόθη ὁ θάνατος εἰς νῖκος. 55 ποῦ σου, θάνατε, τὸ [n]νῖκος; ποῦ σου, θάνατε, τὸ κέντρον; 56 τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία, ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος· 57 τῷ δὲ θεῷ χάρις τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

58 Ὥστε, ἀδελφοί μου ἀγαπητοί, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι, περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ κυρίου πάντοτε, εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστιν κενὸς ἐν κυρίῳ.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:36 ἄφρων WH Treg NIV ] Ἄφρον RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:38 δίδωσιν αὐτῷ WH Treg NIV ] αὐτῷ δίδωσιν RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:38 ἴδιον WH Treg NIV ] τὸ ἴδιον RP
  4. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:39 σὰρξ πτηνῶν WH Treg NIV ] ἰχθύων RP
  5. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:39 ἰχθύων WH Treg NIV ] πτηνῶν RP
  6. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:44 Εἰ WH Treg NIV ] – RP
  7. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:44 ἔστιν καὶ WH Treg NIV ] καὶ ἔστιν σῶμα RP
  8. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:47 ἄνθρωπος WH Treg NIV ] + ὁ κύριος RP
  9. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:49 φορέσομεν NIV ] φορέσωμεν WH Treg RP
  10. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:50 δύναται WH Treg NIV ] δύνανται RP
  11. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:51 πάντες WH Treg NIV ] + μὲν RP
  12. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:54 φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν καὶ τὸ Treg NIV RP ] – WH
  13. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:54 ἀθανασίαν Treg NIV RP ] τὴν ἀθανασίαν WH
  14. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄ 15:55 νῖκος ποῦ σου θάνατε τὸ κέντρον WH Treg NIV ] κέντρον Ποῦ σου ᾍδη τὸ νῖκος RP